Μετάβαση σε γραμμή εργαλείων

Ἀνδοκίδης, «Περί τῶν Μυστηρίων», 144-147

 [144] Σκέψασθε τοίνυν καὶ τάδε, ἄν με σώσητε, οἷον ἕξετε πολίτην· Ὅς πρῶτον μὲν ἐκ πολλοῦ πλούτου, ὅσον ὑμεῖς ἴστε, οὐ δι’ ἐμαυτὸν ἀλλὰ διὰ τὰς τῆς πόλεως συμφορὰς εἰς πενίαν πολλὴν καὶ ἀπορίαν κατέστην, ἔπειτα δὲ καινὸν βίον ἠργασάμην ἐκ τοῦ δικαίου, τῇ γνώμῃ καὶ τοῖν χεροῖν τοῖν
ἐμαυτοῦ· Ἔτι δὲ εἰδότα μὲν οἷόν ἐστι πόλεως τοιαύτης πολίτην εἶναι, εἰδότα δὲ οἷόν ἐστι ξένον εἶναι καὶ μέτοικον ἐν τῇ τῶν πλησίον, [145] ἐπιστάμενον δὲ οἷον τὸ σωφρονεῖν καὶ ὀρθῶς βουλεύεσθαι, ἐπιστάμενον δ’ οἷον τὸ ἁμαρτόντα πρᾶξαι κακῶς, πολλοῖς συγγενόμενος καὶ πλείστων πειραθείς, ἀφ’ ὧν ἐμοὶ ξενίαι καὶ φιλότητες πρὸς πολλοὺς καὶ βασιλέας καὶ πόλεις καὶ ἄλλους ἰδίᾳ ξένους γεγένηνται, ὧν ἐμὲ σώσαντες μεθέξετε, καὶ ἔσται ὑμῖν χρῆσθαι τούτοις, ὅπου ἂν ἐν καιρῷ τι ὑμῖν γίγνηται.

    [146] Ἔχει δὲ καὶ ὑμῖν, ὦ ἄνδρες, οὕτως· Ἐάν με νυνὶ διαφθείρητε, οὐκ ἔστιν ὑμῖν ἔτι λοιπὸς τοῦ γένους τοῦ ἡμετέρου οὐδείς, ἀλλ’ οἴχεται πᾶν πρόρριζον. Καίτοι οὐκ ὄνειδος ὑμῖν ἐστιν ἡ Ἀνδοκίδου καὶ Λεωγόρου οἰκία οὖσα, ἀλλὰ πολὺ
μᾶλλον τότ’ ἦν ὄνειδος, ὅτ’ ἐμοῦ φεύγοντος Κλεοφῶν αὐτὴν ὁ λυροποιὸς ᾤκει. Οὐ γὰρ ἔστιν ὅστις πώποτε ὑμῶν παριὼν τὴν οἰκίαν τὴν ἡμετέραν ἀνεμνήσθη ἢ ἰδίᾳ τι ἢ δημοσίᾳ κακὸν παθὼν ὑπ’ ἐκείνων, [147] οἳ πλείστας μὲν στρατηγήσαντες στρατηγίας πολλὰ τρόπαια τῶν πολεμίων καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν ὑμῖν ἀπέδειξαν, πλείστας δὲ ἄλλας ἀρχὰς ἄρξαντες καὶ χρήματα διαχειρίσαντες τὰ ὑμέτερα οὐδένα πώποτε ὦφλον, οὐδ’ ἡμάρτηται οὐδὲν οὔτε ἡμῖν εἰς ὑμᾶς οὔτε ὑμῖν εἰς ἡμᾶς, οἰκία δὲ πασῶν ἀρχαιοτάτη καὶ κοινοτάτη ἀεὶ τῷ δεομένῳ. Οὐδ’ ἔστιν ὅπου ἐκείνων τις τῶν ἀνδρῶν καταστὰς εἰς ἀγῶνα ἀπῄτησεν ὑμᾶς χάριν τούτων τῶν ἔργων.

[λεξιλόγιο]τοῖν χεροῖν (δυϊκός αριθμός)= με τα δύο χέρια //συγγίγνομαι= συναναστρέφομαι //πειράομαι-ῶμαι= δοκιμάζω, επιχειρώ // ξενία= φιλία // ἔσται= θα είναι δυνατό //γίγνομαι ἐν καιρῷ τινί= πηγαίνω με το μέρος κάποιου στην κατάλληλη ευκαιρία (στιγμή), παρουσιάζομαι στο πλευρό κάποιου την κατάλληλη στιγμή //  διαφθείρω= εξοντώνω, σκοτώνω, καταστρέφω // οἴχεται πᾶν πρόρριζον= σβήνει, χάνεται κάτι από τη ρίζα του // Οὐκ ἔστιν ὅστις= κανείς // καινή οἰκία= σπίτι ανοιχτό (σε ξένους)//  Οὐδ’ ἔστιν ὅπου= πουθενά

Αφήστε μια απάντηση