Stratilio

Σημειώσεις / Απόψεις / Δοκίμια

Αρχαία Ελληνικά Αδίδακτα Κείμενα

Αδίδακτο Κειμένο : Πλάτωνος, Γοργίας, 5251

Προσήκει δέ παντί τῷ ἐν τιμωρίᾳ ὄντι, ὑπ’ ἄλλου ὀρθῶς τιμωρουμένω, ἤ βελτίονι γίγνεσθαι καί ὀνίνασθαι ἤ παραδείγματι τοῖς ἄλλοις γίγνεσθαι, ἵνα ἄλλοι ὁρῶντες πάσχοντα ἅ ἄν πάσχῃ φοβούμενοι βελτίους γίγνωνται. Εἰσίν δέ οἱ μέν ὠφελούμενοί τε καί δίκην δίδοντες ὑπό θεῶν τε καί ἀνθρώπων οὗτοι οἵ ἄν ἰάσιμα ἁμαρτήματα ἁμάρτωσιν ὅμως δέ δι’ ἀλγηδόνων καί ὀδυνῶν γίγνεται αὐτοῖς ἤ ὠφελία καί ἐνθάδε καί ἐν Ἄιδου· Οὐ γάρ οἷόν τε ἄλλως ἀδικίας ἀπαλλάττεσθαι. Οἵ δ’ ἄν τά ἔσχατα ἀδικήσωσι και διά τά τοιαῦτα ἀδικήματα ἀνίατοι γένωνται, ἐκ τούτων τά παραδείγματα γίγνεται, καί οὗτοι αὐτοί μέν οὐκέτι ὀνίνανται οὐδέν, ἅτε ἀνίατοι ὄντες, ἄλλοι δέ ὀνίνανται, οἵ τούτους ὁρῶντες διά τάς ἁμαρτίας τά μέγιστα καί ὀδυνηρότατα καί φοβερώτατα πάθη πάσχοντας τόν ἀεί χρόνον.

ΛΕΞΕΙΣ

ὀνίνημι=ωφελώ // δίκην δίδωμι= τιμωρούμαι // ἡ ἀλγηδών= πόνος σωματικός // ἡ ὀδύνη= πόνος ψυχικός.

ΣΥΝΤΑΚΤΙΚΑ

βελτίονι, παραδείγματι=κατηγορ. σέ δοτ. αντί αιτιατ. από έλξη προς τη δοτ. προσωπ. τῷ ὄντι. // αὐτοῖς=δοτ. προσ. κτητική. // ἐν Ἄιδου: βραχυλογία, ἐν χώρᾳ Ἄιδου- Ἄιδου =γεν. επεξηγηματική.

LEAVE A RESPONSE

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

Μετάβαση σε γραμμή εργαλείων