Περικλῆς ὁ πρὸ τῶν τοιούτων δημαγωγὸς καταστάς, παραλαβὼν τὴν πόλιν χεῖρον μὲν φρονοῦσαν ἢ πρὶν κατασχεῖν τὴν ἀρχήν, οὐκ ἐπὶ τὸν ἴδιον χρηματισμὸν ὥρμησεν, ἀλλά τὸν μὲν οἶκον ἐλάττω τὸν αὐτοῦ κατέλιπεν ἢ παρὰ τοῦ πατρὸς παρέλαβεν, εἰς δὲ τὴν ἀκρόπολιν ἀνήνεγκεν ὀκτακισχίλια τάλαντα χωρὶς τῶν ἱερῶν. Οὗτοι δὲ τοσοῦτον ἐκείνου διενηνόχασιν, ὥστε λέγειν μὲν τολμῶσιν ὡς διὰ τὴν τῶν κοινῶν ἐπιμέλειαν οὗ δύνανται τοῖς αὐτῶν ἰδίοις προσέχειν τὸν νοῦν, φαίνεται δὲ τὰ μὲν ἀμελούμενα τοσαύτην εἰληφότα τὴν ἐπίδοσιν, ὅσην οὐδ’ ἂν εὔξασθαι τοῖς θεοῖς πρότερον ἠξίωσαν, τὸ δὲ πλῆθος ἡμῶν, οὗ κήδεσθαι φασίν, οὕτω διακείμενον, ὥστε μηδένα τῶν πολιτῶν ἡδέως ζῆν μηδὲ ῥᾳθύμως, ἀλλ’ ὀδυρμῶν μεστὴν εἶναι τὴν πόλιν.
ΑΣΚΗΣΕΙΣ
1.Να κλιθούν στους δύο αριθμούς : καταστάς, ἐλάττω, τοῦ πατρὸς , τὸν νοῦν, τοσαύτην, τὴν ἐπίδοσιν, τὸ πλῆθος, τῶν πολιτῶν, μηδένα
2.Να γραφούν τα παραθετικά : χεῖρον,ἐλάττω, πρότερον, ἡδέως, ῥᾳθύμως, τὸν ἴδιον
3.Να αντικατασταθούν χρονικά : καταστάς, κατασχεῖν, ἀνήνεγκεν, κατέλιπεν, διενηνόχασιν, εἰληφότα, ζῆν, φαίνεται
4. Να αντικατασταθούν εγκλιτικά : ὥρμησεν, κατέλιπεν, παρέλαβεν, ἀνήνεγκεν, διενηνόχασιν, φαίνεται, ἠξίωσαν, τολμῶσιν