Αδίδακτο Κείμενο : Αισχίνου, "Περὶ παραπρεσβείας", 15 -17

Ὑπὸ δὲ τοὺς αὐτοὺς καιροὺς Ὄλυνθος ἥλω καὶ πολλοὶ τῶν ἡμετέρων ἐγκατελήφθησαν πολιτῶν, ὧν ἦν Ἰατροκλῆς ὁ Ἐργοχάρους ἀδελφὸς καὶ Εὔκρατος ὁ Στρομβίχου υἱός. Ὑπὲρ δὲ τούτων ἱκετηρίαν θέντες οἱ οἰκεῖοι ἐδέοντο ὑμῶν ἐπιμελείαν ποιήσασθαι. Παρελθόντες δὲ αὐτοῖς συνηγόρουν Φιλοκράτης καὶ Δημοσθένης, ἀλλ’ οὐκ Αἰσχίνης. Καὶ πέμπουσι πρεσβευτὴν Ἀριστόδημον τὸν ὑποκριτὴν πρὸς Φίλιππον διὰ τὴν γνῶσιν καὶ φιλανθρωπίαν τῆς τέχνης. Ὡς δ’  ἐπανήκων ἀπὸ τῆς πρεσβείας ὁ Ἀριστόδημος διὰ τινος ἀσχολίας οὐ προσῄει πρὸς τὴν βουλήν, ἀλλ’ ἔφθασεν αὐτὸς Ἰατροκλῆς ἐλθὼν ἐκ Μακεδονίας ἀφεθεὶς ὑπὸ Φιλίππου ἄνευ λύτρων, ἐνταῦθ’ ἠγανάκτουν πολλοί, ὅτι τὴν πρεσβείαν οὐκ ἀπήγγειλεν ὁ Ἀριστόδημος, τοὺς αὐτοὺς λόγους ἀκούοντες τοῦ Ἰατροκλέους περὶ τοῦ Φιλίππου. Τελευταῖον δ’ εἰς τὴν βουλὴν εἰσελθὼν Δημοκράτης ὁ Ἀφιδναῖος ἔπεισε τὴν βουλὴν ἀνακαλέσασθαι τῶν Ἀριστόδημον. Εἷς δὲ τῶν βουλευτῶν ἦν Δημοσθένης ὁ ἐμὸς κατήγορος.

Λέξεις: ἁλίσκομαι = κυριεύομαι, ἐγκαταλαμβάνω = αιχμαλωτίζω, ἱκετηρίαν τίθημι ὑπὲρ τινος = ικετεύω, ἐπιμελείαν ποιοῦμαι = φροντίζω, ἐπανήκω = επιστρέφω, φθάνω ἐλθὼν = φθάνω νωρίτερα.

 

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

Μετάβαση σε γραμμή εργαλείων