Άγνωστο Κείμενο Αρχαίων :Θουκυδίδου Η', 11-12

13. Θουκυδίδου Η’, 11-12

Τοῖς δέ Λακεδαιμονίοις πρῶτον μέν ἠγγέλθη ὅτι αἱ νῆες ἀνηγμέναι εἰσίν ἐκ τοῦ Ἰσθμοῦ (εἴρητο γάρ, ὅταν γένηται τοῦτο, ‘Αλκαμένει ὑπό τῶν ἐφόρων ἱππέα πέμψαι), καί εὐθύς τάς παρά σφῶν πέντε ναῦς καί Χαλκιδέα ἄρχοντα καί ‘Αλκιβιάδην μετ’ αὐτοῦ ἐβούλοντο πέμπειν ἔπειτα ὡρμημένων αὐτῶν τά περί τήν ἐν τῷ Πειραιεῖ τῶν νεῶν καταφυγήν ἠγγέλθη ἀθυμήσαντες, ὅτι πρῶτον ἁπτόμενοι τοῦ Ἰωνικοῦ πολέμου ἔπταισαν, τάς ναῦς τάς ἐκ τῆς ἑαυτῶν οὐκέτι διενοοῦντο πέμπειν, ἀλλά καί τινάς προανηγμένας μετακαλεῖν. Γνούς δέ ὁ Ἀλκιβιάδης πείθει αὖθις Ἔνδιον καί τούς ἄλλους ἐφόρους μή ἀποκνῆσαι τόν πλοῦν, λέγων ὅτι φθήσονται τε πλεύσαντες, πρίν τήν τῶν νεῶν ξυμφοράν Χίοις αἰσθέσθαι, καί αὐτός ὅτι, ἤν προσβάλῃ Ἰωνίᾳ, ῥαδίως πείσει τάς πόλεις ἀφίστασθαι, τήν τέ τῶν Ἀθη­ναίων ἀσθένειαν λέγων καί τήν τῶν Λακεδαιμονίων προθυμίαν. πιστότερος γάρ ἄλλων φανεῖσθαι. Ἐνδίῳ τέ αὐτῷ ἰδίᾳ ἔλεγεν καλόν εἶναι δι’ ἐκείνου ἀποστῆσαι τε Ἰωνίαν καί βασιλέα ξύμμαχον ποιῆσαι Λακεδαιμόνιοις, καί μή Ἄγιδος τό ἀγώνισμα τοῦτο γενέσθαι· ἐτύγχανε γάρ τῷ Ἄγιδι αὐτός διάφορος ὤν.

ΛΕΞΙΛΟΓΙΟ
ἀνάγομαι = αποπλέω στο ανοικτό πέλαγος.- εἴρηται = έχει δοθεί διαταγή.- ὁρμῶμαι = εκκινώ, αναχωρώ.- ἀθυμῶ = στενοχωρούμαι.- πταίω = αποτυγχάνω, δοκιμάζω ατυχία.- ἅπτομαι = αρχίζω.- μετακαλῶ= ανακαλώ.- ἀποκνῶ τόν πλοῦν = από φόβο αναβάλλω την εκστρατεία.- ἀφίσταμαι = επαναστα­τώ.- ἀσθένεια = εξασθένηση.- ἀγώνισμα = ανδραγάθημα.- διάφορος = εχ­θρός.- προσβάλλω = πλησιάζω, προσεγγίζω.

You may also like...

Αφήστε μια απάντηση

Η ηλ. διεύθυνση σας δεν δημοσιεύεται. Τα υποχρεωτικά πεδία σημειώνονται με *

Μετάβαση σε γραμμή εργαλείων